Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.106 Dem. 20.109 (English) >>Dem. 20.111

20.107τίνες οὖν εἰσιν αὗται; τὰς μὲν καθʼ ἕκαστον ἐάσω, μίαν δʼ συλλαβοῦσα τὰς ἄλλας ἔχει, δίειμι. ἐπειδάν τις εἰς τὴν καλουμένην γερουσίαν ἐγκριθῇ παρασχὼν αὑτὸν οἷον χρή, δεσπότης ἐστὶ τῶν πολλῶν. ἐκεῖ μὲν γάρ ἐστι τῆς ἀρετῆς ἆθλον τῆς πολιτείας κυρίῳ γενέσθαι μετὰ τῶν ὁμοίων, παρὰ δʼ ἡμῖν ταύτης μὲν δῆμος κύριος, καὶ ἀραὶ καὶ νόμοι καὶ φυλακαὶ ὅπως μηδεὶς ἄλλος κύριος γενήσεται, στέφανοι δὲ καὶ ἀτέλειαι καὶ σιτήσεις καὶ τοιαῦτʼ ἐστίν, ὧν ἄν τις ἀνὴρ ἀγαθὸς ὢν τύχοι. 20.108καὶ ταῦτʼ ἀμφότερʼ ὀρθῶς ἔχει, καὶ τἀκεῖ καὶ τὰ παρʼ ἡμῖν. διὰ τί; ὅτι τὰς μὲν διὰ τῶν ὀλίγων πολιτείας τὸ πάντας ἔχειν ἴσον ἀλλήλοις τοὺς τῶν κοινῶν κυρίους ὁμονοεῖν ποιεῖ, τὴν δὲ τῶν δήμων ἐλευθερίαν τῶν ἀγαθῶν ἀνδρῶν ἅμιλλα, ἣν ἐπὶ ταῖς παρὰ τοῦ δήμου δωρειαῖς πρὸς αὑτοὺς ποιοῦνται, φυλάττει. 20.109καὶ μὴν περὶ τοῦ γε μηδὲ Θηβαίους μηδένα τιμᾶν, ἐκεῖνʼ ἂν ἔχειν εἰπεῖν ἀληθὲς οἴομαι. μεῖζον, ἄνδρες Ἀθηναῖοι, Θηβαῖοι φρονοῦσιν ἐπʼ ὠμότητι καὶ πονηρίᾳ ὑμεῖς ἐπὶ φιλανθρωπίᾳ καὶ τῷ τὰ δίκαια βούλεσθαι. μήτʼ οὖν ἐκεῖνοί ποτε παύσαιντο, εἰ ἄρʼ εὔξασθαι δεῖ, τοὺς μὲν ἑαυτοὺς ἀγαθόν τι ποιοῦντας μήτε τιμῶντες μήτε θαυμάζοντες, τοὺς δὲ συγγενεῖς (ἴστε γὰρ ὃν τρόπον Ὀρχομενὸν διέθηκαν) οὕτω μεταχειριζόμενοι, μήθʼ ὑμεῖς τἀναντία τούτοις τοὺς μὲν εὐεργέτας τιμῶντες, παρὰ δὲ τῶν πολιτῶν λόγῳ μετὰ τῶν νόμων τὰ δίκαια λαμβάνοντες.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.106 Dem. 20.109 (English) >>Dem. 20.111

Powered by PhiloLogic